Ὁ Θεὸς ὁ αἰώνιος, τὸ ἄναρχον καὶ ἀΐδιον φῶς, ὁ πάσης κτίσεως Δημιουργός, ἡ τοῦ ἐλέους πηγή, τὸ τῆς ἀγαθότητος πέλαγος, καὶ τῆς φιλανθρωπίας ἀνεξιχνίαστος ἄβυσσος, ἐπίφανον ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Λάμψον ἐν ταῖς καρδίαις ἡμῶν, νοητὲ Ἥλιε τῆς δικαιοσύνης, καὶ τῆς σῆς εὐφροσύνης τὰς ψυχὰς ἡμῶν πληρωσον, καὶ δίδαξον ἡμᾶς τὰ σὰ μελετᾶν ἀεὶ καὶ φθέγγεσθαι κρίματα, καὶ ἐξομολογεῖσθαί σοι διηνεκῶς τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ. Τὰ τῶν χειρῶν ἡμῶν ἔργα πρὸς τὸ σὸν κατεύθυνον θέλημα, καὶ πράττειν ἡμᾶς τὰ σοὶ εὐάρεστα καὶ φίλα εὐόδωσον, ἵνα καὶ διὰ τῶν ἀναξίων ἡμῶν δοξάζηταί σου τὸ πανάγιον ὄνομα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, τῆς μιᾶς Θεότητός τε καὶ Βασιλείας, ᾗ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ὁ ἐξαποστέλλων τὸ φῶς, καὶ πορεύεται, ὁ ἀνατέλλων τὸν Ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους, πονηρούς τε καὶ ἀγαθούς, ὁ ποιῶν ὄρθρον, καὶ φωτίζων πᾶσαν τὴν οἰκουμένην. φώτισον καὶ ἡμῶν τὰς καρδίας, Δέσποτα τῶν ἁπάντων. Χάρισαι ἡμῖν ἐν τῇ παρούσῃ ἡμέρᾳ εὐαρεστεῖν σοι, διαφυλάττων ἡμᾶς ἀπὸ πάσης, ἁμαρτίας, καὶ πάσης πονηρᾶς πράξεως, ῥυόμενος ἡμᾶς ἀπὸ παντὸς βέλους πετομένου ἡμέρας, καὶ πάσης ἀντικειμένης δυνάμεως, πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, τῶν ἀΰλων σου λειτουργῶν καὶ ἐπουρανίων Δυνάμεων, καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων. Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.