Back to top

Το Ευαγγέλιο της Κυριακής του Παραλύτου

07/05/2023 - 11:54

Η σημερινή Κυριακή ονομάζεται Κυριακή του Παραλύτου και αντλεί το θέμα της από την ευαγγελική περικοπή, που αναγινώσκεται στη Θεία Λειτουργία.

Αυτή περιλαμβάνει τήν διήγηση της ιάσεως του παραλυτικού στην Προβατική κολυμβήθρα, την Βηθεσδά, στα Ιεροσόλυμα (Ιω. 5, 1-15). Το δράμα του επί 38 έτη παραλύτου συγκινεί τον Κύριο και τον θεραπεύει. Ο Χριστός παρουσιάζεται σαν ιατρός ψυχών και σωμάτων. Τον παράλυτο δεν τον θεραπεύει η κολυμβήθρα, αλλά ο πανσθενουργός λόγος του Κυρίου.

Το Ευαγγέλιο της Κυριακής του Παραλύτου:

1 ΜΕΤΑ ταῦτα ἦν ἡ ἑορτὴ τῶν ᾿Ιουδαίων, καὶ ἀνέβη ὁ ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα. 2 ἔστι δὲ ἐν τοῖς ῾Ιεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρᾳ, ἡ ἐπιλεγομένη ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. 3 ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. 5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ.

6 τοῦτον ἰδὼν ὁ ᾿Ιησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι; 7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8 λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10 ἔλεγον οὖν οἱ ᾿Ιουδαῖοι τῷ τεθεραπευμένῳ· σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. 11 ἀπεκρίθη αὐτοῖς· ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ἠρώτησαν οὖν αὐτόν· τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ ᾿Ιησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ ᾿Ιησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται.

15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς ᾿Ιουδαίοις ὅτι ᾿Ιησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.